Add parallel Print Page Options

Πιστὸς ὁ λόγος, καὶ περὶ τούτων βούλομαί σε διαβεβαιοῦσθαι, ἵνα φροντίζωσιν καλῶν ἔργων προΐστασθαι οἱ πεπιστευκότες θεῷ. ταῦτά [a]ἐστιν καλὰ καὶ ὠφέλιμα τοῖς ἀνθρώποις· μωρὰς δὲ ζητήσεις καὶ γενεαλογίας καὶ [b]ἔρεις καὶ μάχας νομικὰς περιΐστασο, εἰσὶν γὰρ ἀνωφελεῖς καὶ μάταιοι. 10 αἱρετικὸν ἄνθρωπον μετὰ μίαν καὶ δευτέραν νουθεσίαν παραιτοῦ, 11 εἰδὼς ὅτι ἐξέστραπται ὁ τοιοῦτος καὶ ἁμαρτάνει, ὢν αὐτοκατάκριτος.

12 Ὅταν πέμψω Ἀρτεμᾶν πρὸς σὲ ἢ Τυχικόν, σπούδασον ἐλθεῖν πρός με εἰς Νικόπολιν, ἐκεῖ γὰρ κέκρικα παραχειμάσαι. 13 ζηνᾶν τὸν νομικὸν καὶ [c]Ἀπολλῶν σπουδαίως πρόπεμψον, ἵνα μηδὲν αὐτοῖς λείπῃ. 14 μανθανέτωσαν δὲ καὶ οἱ ἡμέτεροι καλῶν ἔργων προΐστασθαι εἰς τὰς ἀναγκαίας χρείας, ἵνα μὴ ὦσιν ἄκαρποι.

15 Ἀσπάζονταί σε οἱ μετ’ ἐμοῦ πάντες. ἄσπασαι τοὺς φιλοῦντας ἡμᾶς ἐν πίστει. ἡ χάρις μετὰ πάντων [d]ὑμῶν.

Read full chapter

Footnotes

  1. ΠΡΟΣ ΤΙΤΟΝ 3:8 ἐστιν WH Treg NIV ] + τὰ RP
  2. ΠΡΟΣ ΤΙΤΟΝ 3:9 ἔρεις Treg NIV RP ] ἔριν WH
  3. ΠΡΟΣ ΤΙΤΟΝ 3:13 Ἀπολλῶν WH NIV ] Ἀπολλὼ Treg RP
  4. ΠΡΟΣ ΤΙΤΟΝ 3:15 ὑμῶν WH Treg NIV ] + Ἀμήν RP